1.

[8.214] τοσαύτης οὖν καὶ ἀδιακρίτου στάσεως οὔσης περὶ τῆς τῶν αἰσθητῶν ὑποστάσεως, πῶς οἷόν τε λέγειν αὑτοῦ παραστατικὸν εἶναι τὸ αἰσθητόν, ὅτε οὐδέπω γινώσκεται τίς ἐστιν ἡ ἀληθὴς τῶν οὕτως διαφωνούντων στάσις; ἀλλ' ἐκεῖνό γε κρατεῖν χρή, ὡς εἴπερ οὔτε τὸ ὁμογενὲς αἰσθητὸν τοῦ ὁμογενοῦς αἰσθητοῦ οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς οὔτ' αὐτὸ ἑαυτοῦ ἐνδεικτικόν ἐστιν, ἀδύνατον ἄρα λέγειν αἰσθητὸν εἶναι τὸ σημεῖον.