HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,216
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,216.rdf
1.
[8.216] καὶ δὴ τοίνυν φαινόμενα μὲν ἔοικε καλεῖν ὁ Αἰνησίδημος τὰ αἰσθητά, λόγον δὲ ἐρωτᾷ καθ' ὃν δεύτερος ἀναπόδεικτος
ἐπιβάλλει τρίτῳ, οὗ τὸ σχῆμά ἐστι τοιοῦτο ‘εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον˙
οὐχὶ δὲ τὸ τρίτον, ἀλλὰ καὶ τὸ πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον.’