1.

[8.216] καὶ δὴ τοίνυν φαινόμενα μὲν ἔοικε καλεῖν ὁ Αἰνησίδημος τὰ αἰσθητά, λόγον δὲ ἐρωτᾷ καθ' ὃν δεύτερος ἀναπόδεικτος ἐπιβάλλει τρίτῳ, οὗ τὸ σχῆμά ἐστι τοιοῦτο ‘εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον˙ οὐχὶ δὲ τὸ τρίτον, ἀλλὰ καὶ τὸ πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον.’