HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,217
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,217.rdf
1.
[8.217] καὶ ὅτι τῷ ὄντι οὕτως ἔχει, μικρὸν ὕστερον (Cfr. §§ 234 sqq.) διδάξομεν˙ νῦν δ' ὡς ὑγιῆ ἐστιν αὐτοῦ τὰ λήμματα καὶ ἕπεται τούτοις ἡ
ἐπιφορά, ἁπλούστερον ἀποδείξομεν. αὐτίκα τοίνυν τὸ συνημμένον ἀληθές ἐστιν. ἕπεται γὰρ τῷ κατ'
αὐτὸ συμπεπλεγμένῳ τὸ λῆγον, τουτέστι τῷ ῾῾τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις
παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα᾽᾽ τὸ τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις
παραπλησίως φαίνεσθαι.