1.

[8.217] καὶ ὅτι τῷ ὄντι οὕτως ἔχει, μικρὸν ὕστερον (Cfr. §§ 234 sqq.) διδάξομεν˙ νῦν δ' ὡς ὑγιῆ ἐστιν αὐτοῦ τὰ λήμματα καὶ ἕπεται τούτοις ἡ ἐπιφορά, ἁπλούστερον ἀποδείξομεν. αὐτίκα τοίνυν τὸ συνημμένον ἀληθές ἐστιν. ἕπεται γὰρ τῷ κατ' αὐτὸ συμπεπλεγμένῳ τὸ λῆγον, τουτέστι τῷ ῾῾τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα᾽᾽ τὸ τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι.