1.

[8.218] εἰ γὰρ τοῦ λευκοῦ χρώματος πάντες οἱ ἀπαραποδίστους ἔχοντες τὰς ὄψεις ὁμοίως ἀντιλαμβάνονται ἀλλ' οὐ διαφόρως, καὶ εἰ τοῦ γλυκέος πάντες οἱ κατὰ φύσιν τὴν γεῦσιν ἔχοντες γλυκαντικῶς ἀντιλαμβάνονται, κατ' ἀνάγκην ὀφείλουσι καὶ τοῦ σημείου, εἴπερ ἐστὶ τῶν αἰσθητῶν καθάπερ τὸ λευκὸν ἢ γλυκύ, πάντες οἱ κατὰ τὴν ὁμοίαν ὄντες διάθεσιν ὁμοίως ἀντιλαμβάνεσθαι.