1.

[8.219] ὥστε τὸ μὲν συνημμένον ὑγιές ἐστιν˙ ἀληθὲς δέ γε καὶ τὸ δεύτερον λῆμμα, τὸ ῾῾οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται᾽᾽. τὸ γοῦν ἐπὶ τῶν πυρεσσόντων ἔρευθος καὶ ἡ τῶν ἀγγείων προπάλεια καὶ ὁ ἔνικμος χρὼς καὶ ἡ πλείων θερμασία καὶ ἡ σφοδρότης τῶν σφυγμῶν καὶ τὰ λοιπὰ σημεῖα τοῖς ὁμοίως κατά τε τὰς αἰσθήσεις καὶ τὴν ἄλλην σύγκρισιν διακειμένοις οὐ τοῦ αὐτοῦ προσπίπτει σημεῖα, οὐδ' ὡσαύτως πᾶσι φαίνεται,