1.

[8.221] ἀλλὰ δὴ καὶ τὸ τρίτον, τὸ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι. τὸ γὰρ λευκόν, εἰ τύχοι, χρῶμα τῷ μὲν ἰκτεριῶντι καὶ τῷ ὑφαίμους ἔχοντι τοὺς ὀφθαλμοὺς (Cfr. PH I 44) καὶ τῷ κατὰ φύσιν διακειμένῳ οὐχ ὡσαύτως προσπίπτει (ἀνομοίως γὰρ διέκειντο, παρ' ἣν αἰτίαν τῷ μὲν φαίνεται ὠχρόν, τῷ δὲ ἐνερευθές, τῷ δὲ λευκόν), τοῖς μέντοι κατὰ τὴν αὐτὴν διάθεσιν οὖσι, τουτέστι τοῖς ὑγιαίνουσι, λευκὸν μόνον φαίνεται.