1.

[8.223] ὅτι δὲ καὶ ἀναπόδεικτός ἐστι καὶ συλλογιστικός, ἀναλύσασιν αὐτὸν φανήσεται (Cfr. PH II 146sqq.). εὐθέως γάρ, ἵνα μικρὸν ἄνωθεν προλάβωμεν, ἀναπόδεικτοι λέγονται διχῶς, οἵ τε μὴ ἀποδεδειγμένοι καὶ οἱ μὴ χρείαν ἔχοντες ἀποδείξεως τῷ αὐτόθεν εἶναι περιφανὲς ἐπ' αὐτῶν τὸ ὅτι συνάγουσιν. ἐπεδείξαμεν δὲ πολλάκις (Cfr. PH II 156), ὡς κατὰ τὸ δεύτερον σημαινόμενον ταύτης ἠξίωνται τῆς προσηγορίας οἱ κατ' ἀρχὴν τῆς πρώτης
περὶ συλλογισμῶν εἰσαγωγῆς
παρὰ τῷ Χρυσίππῳ (Cfr.
SVF fr. II 242 Arn. (ed).
) τεταγμένοι.