1.

[8.224] (§§ 224-226 Cfr. PH II 157-158) νυνὶ δὲ ἐφ' ὁμολόγῳ τούτῳ γνωστέον, ὅτι πρῶτος μέν ἐστιν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ ἔχων συμπέρασμα. τουτέστιν, ὅταν λόγος δύο ἔχῃ λήμματα, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον, τὸ δὲ ἕτερον ἡγούμενον ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ λῆγον ἐν τῷ αὐτῷ συνημμένῳ, τότε ὁ τοιοῦτος λόγος πρῶτος ἀναπόδεικτος καλεῖται, οἷον ὁ οὕτως ἔχων ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽. οὗτος γὰρ τὸ μὲν ἕτερον τῶν λημμάτων ἔχει συνημμένον, τὸ ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽᾽, τὸ δὲ λοιπὸν τὸ ἡγούμενον ἐν τῷ συνημμένῳ ῾῾ἀλλὰ μὴν ἡμέρα ἔστιν᾽᾽, τὸ 〈δὲ〉 ῾῾φῶς ἄρα ἔστιν᾽᾽ τρίτον τὴν ἐπιφοράν, τὸ λῆγον τοῦ συνημμένου.