1.

[8.225] δεύτερος δ' ἐστὶν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τῷ λήγοντι ἐν ἐκείνῳ τῷ συνημμένῳ, τὸ ἀντικείμενον τῷ ἡγουμένῳ ἔχων συμπέρασμα. τουτέστιν, ὅταν λόγος πάλιν ἐκ δυεῖν συνεστὼς λημμάτων, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον, τὸ δὲ ἕτερον ἀντικείμενον τῷ λήγοντι ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ, τότε ὁ τοιοῦτος γίνεται δεύτερος ἀναπόδεικτος, ὡς τὸ ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ οὐχὶ δέ γε φῶς ἔστιν˙ οὐκ ἄρα ἔστιν ἡμέρα᾽᾽. τό τε γὰρ ῾῾εἰ ἔστιν ἡμέρα, φῶς ἔστιν᾽᾽, τὸ ἕτερον λῆμμα τοῦ λόγου, συνημμένον ἐστίν, τό τε ῾῾οὐχὶ δέ γε φῶς ἔστι᾽᾽, λοιπὸν λῆμμα τοῦ λόγου καθεστώς, ἀντικείμενόν ἐστι τῷ λήγοντι ἐν τῷ συνημμένῳ˙ ἥ τε ἐπιφορὰ ἡ ῾῾οὐκ ἄρα ἡμέρα ἔστιν᾽᾽ τὸ ἀντικείμενον ἦν τοῦ ἡγουμένου.