1.

[8.226] τρίτος δέ ἐστι λόγος ἀναπόδεικτος ὁ ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ, τὸ ἀντικείμενον τοῦ λοιποῦ τῶν ἐν τῇ συμπλοκῇ ἔχων συμπέρασμα, οἷον ῾῾οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν˙ ἡμέρα δὲ ἔστιν˙ οὐκ ἄρα ἔστι νύξ᾽᾽. τὸ μὲν γὰρ ῾῾οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν᾽᾽ ἀποφατικὸν ἦν συμπεπλεγμένου τοῦ ῾῾καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστι᾽᾽, τὸ δὲ ῾῾ἡμέρα ἔστι᾽᾽ τὸ ἕτερον ἐτύγχανε τῶν ἐν τῇ συμπλοκῇ, τὸ δὲ ῾῾οὐκ ἄρα ἔστι νύξ᾽᾽ τὸ ἀντικείμενον ἦν τῷ λοιπῷ τῶν ἐν τῇ συμπλοκῇ.