HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,227
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,227.rdf
1.
[8.227] Οἱ μὲν οὖν λόγοι τοιοῦτοί τινές εἰσι, τρόποι δὲ αὐτῶν καὶ ὡσπερεὶ σχήματα ἐν οἷς
ἠρώτηνται οἱ οὕτως ἔχοντες, τοῦ μὲν πρώτου ἀναποδείκτου ῾῾εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ τὸ δέ γε
πρῶτον˙ τὸ ἄρα δεύτερον᾽᾽, τοῦ δὲ δευτέρου ῾῾εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ οὐχὶ δέ γε τὸ δεύτερον˙
οὐκ ἄρα τὸ πρῶτον᾽᾽, τοῦ δὲ τρίτου ῾῾οὐχὶ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον˙ τὸ δέ γε πρῶτον˙ οὐκ
ἄρα τὸ δεύτερον᾽᾽.