1.

[8.227] Οἱ μὲν οὖν λόγοι τοιοῦτοί τινές εἰσι, τρόποι δὲ αὐτῶν καὶ ὡσπερεὶ σχήματα ἐν οἷς ἠρώτηνται οἱ οὕτως ἔχοντες, τοῦ μὲν πρώτου ἀναποδείκτου ῾῾εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ τὸ δέ γε πρῶτον˙ τὸ ἄρα δεύτερον᾽᾽, τοῦ δὲ δευτέρου ῾῾εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ οὐχὶ δέ γε τὸ δεύτερον˙ οὐκ ἄρα τὸ πρῶτον᾽᾽, τοῦ δὲ τρίτου ῾῾οὐχὶ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον˙ τὸ δέ γε πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον᾽᾽.