1.

[8.228] Ἔτι χρὴ γινώσκειν, ὅτι τῶν ἀναποδείκτων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ οὐχ ἁπλοῖ. ὧν ἁπλοῖ μέν εἰσιν οἱ αὐτόθεν σαφὲς ἔχοντες τὸ ὅτι συνάγουσιν, τουτέστι τὸ ὅτι συνεισάγεται αὐτῶν τοῖς λήμμασιν ἡ ἐπιφορά. ὁποῖοί εἰσιν οἱ ἐκκείμενοι˙ ἐὰν γὰρ ἐπὶ τοῦ πρώτου (Cfr. § 224) εὐθὺς δῶμεν ἀληθὲς εἶναι τὸ ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽᾽, λέγω δὲ τὸ ἀκολουθεῖν τῷ ἡμέραν εἶναι τὸ φῶς εἶναι, ὑποθώμεθα δὲ ἀληθὲς τὸ πρῶτον τὸ ἡμέραν εἶναι, ὅπερ ἦν ἡγούμενον ἐν τῷ συνημμένῳ, ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ φῶς εἶναι, ὅπερ ἦν συμπέρασμα τοῦ λόγου.