HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,230
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,230.rdf
1.
[8.230] ἐξ ἀνομογενῶν δὲ ὥσπερ οἱ ἐκ πρώτου 〈.....〉 ἀναποδείκτου συνεστῶτες ἢ ἐκ δευτέρου καὶ
τρίτου (Cfr. §§ 225, 226), καὶ κοινῶς οἱ τούτοις παραπλήσιοι. ἐξ ὁμογενῶν μὲν οὖν συνέστηκεν οἷον ὁ τοιοῦτος
῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽. πέπλεκται γὰρ ἐκ πρώτων
δυεῖν ἀναποδείκτων, ὡς ἀναλύσαντες αὐτὸν εἰσόμεθα.