1.

[8.230] ἐξ ἀνομογενῶν δὲ ὥσπερ οἱ ἐκ πρώτου 〈.....〉 ἀναποδείκτου συνεστῶτες ἢ ἐκ δευτέρου καὶ τρίτου (Cfr. §§ 225, 226), καὶ κοινῶς οἱ τούτοις παραπλήσιοι. ἐξ ὁμογενῶν μὲν οὖν συνέστηκεν οἷον ὁ τοιοῦτος ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽. πέπλεκται γὰρ ἐκ πρώτων δυεῖν ἀναποδείκτων, ὡς ἀναλύσαντες αὐτὸν εἰσόμεθα.