1.

[8.232] ὅπερ ἄρχεται μὲν ἀπὸ ἁπλοῦ ἀξιώματος τοῦ ῾῾ἡμέρα ἔστιν᾽᾽, λήγει δὲ εἰς οὐχ ἁπλοῦν 〈τὸ〉 συνημμένον τὸ ῾῾εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν᾽᾽, καὶ ἔτι τὸ ἡγούμενον ἐν αὐτῷ τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽, ἐκ τούτων συναχθήσεται ἡμῖν πρώτῳ ἀναποδείκτῳ τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ τὸ ῾῾εἰ ἄρα ἡμέρα ἔστιν, φῶς ἔστιν᾽᾽. τοῦτ' οὖν δυνάμει μὲν ἔχομεν ἐν τῷ λόγῳ συναγόμενον,