[52] Ἀπολλόδωρος δ' ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς (FGrH 244 F 32a) φησιν ὡς

ἦν μὲν Μέτωνος υἱός, εἰς δὲ Θουρίους
αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους
〈ὁ〉 Γλαῦκος (FHG II. 24) ἐλθεῖν φησιν.

εἶθ' ὑποβάς˙

οἱ δ' ἱστοροῦντες, ὡς πεφευγὼς οἴκοθεν
εἰς τὰς Συρακούσας μετ' ἐκείνων ἐπολέμει
πρὸς Ἀθηνάους ἐμοί〈γε〉 τελέως ἀγνοεῖν
δοκοῦσιν˙ ἢ γὰρ οὐκέτ' ἦν ἢ παντελῶς
ὑπεργεγηρακώς, ὅπερ οὐ〈χὶ〉 φαίνεται.

Ἀριστοτέλης (Rose 71) γὰρ αὐτόν, ἔτι τε Ἡρακλείδης (Wehrli VII, fg. 86), ἑξήκοντα ἐτῶν φησι τετελευτηκέναι. ὁ δὲ 〈τὴν〉 μίαν καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς

κέλητι τούτου πάππος ἦν ὁμώνυμος,

ὥσθ' ἅμα καὶ 〈τούτου〉 τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι.

[52] Ἀπολλόδωρος δ' ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν ὡς

ἦν μὲν Μέτωνος υἱός, εἰς δὲ Θουρίους
αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους
〈ὁ〉 Γλαῦκος ἐλθεῖν φησιν.

εἶθ' ὑποβάς˙

οἱ δ' ἱστοροῦντες, ὡς πεφευγὼς οἴκοθεν
εἰς τὰς Συρακούσας μετ' ἐκείνων ἐπολέμει
πρὸς Ἀθηνάους ἐμοί 〈γε〉 τελέως ἀγνοεῖν
δοκοῦσιν˙ ἢ γὰρ οὐκέτ' ἦν ἢ παντελῶς
ὑπεργεγηρακώς, ὅπερ οὐχὶ φαίνεται.

Ἀριστοτέλης γὰρ αὐτόν, ἔτι τε Ἡρακλείδης, ἑξήκοντα ἐτῶν φησι τετελευτηκέναι. ὁ δὲ 〈τὴν〉 μίαν καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς

κέλητι τούτου πάππος ἦν ὁμώνυμος,

σθ' ἅμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι.

[52] Ἀπολλόδωρος δ' ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν ὡς

ἦν μὲν Μέτωνος υἱός, εἰς δὲ Θουρίους
[60515] αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους
〈ὁ〉 Γλαῦκος ἐλθεῖν φησιν.

Εἶθ' ὑποβάς˙

[6061] Οἱ δ' ἱστοροῦντες, ὡς πεφευγὼς οἴκοθεν
εἰς τὰς Συρακούσας μετ' ἐκείνων ἐπολέμει
πρὸς τὰς Ἀθήνας ἀγνοεῖν τελέως 〈ἐ〉μοί
δοκοῦσιν˙ ἢ γὰρ οὐκέτ' ἦν ἢ παντελῶς
[6065] ὑπεργεγηρακώς, ὅπερ οὐ〈χὶ〉 φαίνεται.

Ἀριστοτέλης γὰρ αὐτόν (ἔτι τε Ἡρακλείδης), ἑξήκοντα ἐτῶν φησι τετελευτηκέναι. Ὁ δὲ 〈τὴν〉 μίαν καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς

έλητι τούτου πάππος ἦν ὁμώνυμος,

[60610] ὥσθ' ἅμα καὶ 〈τούτου〉 τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι.