HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,234
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,234.rdf
1.
[8.234] Τοιόσδε μὲν οὖν ἐστιν ὁ χαρακτὴρ τῶν ἐξ ὁμογενῶν τὴν πλοκὴν ἐχόντων λόγων˙ ἐξ
ἀνομογενῶν δὲ λοιπόν ἐστι καθάπερ ὁ παρὰ τῷ
Αἰνησιδήμῳ περὶ σημείου ἐρωτηθείς, ἔχων δὲ οὕτως (Cfr. § 215)˙ ‘
εἰ τὰ φαινόμενα
πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα, τὰ σημεῖα
πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται˙ τὰ δέ γε σημεῖα οὐ πᾶσι τοῖς ὁμοίως
διακειμένοις παραπλησίως φαίνεται˙ τὰ δὲ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως
φαίνεται˙ οὐκ ἄρα φαινόμενά ἐστι τὰ σημεῖα.’