HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,235
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,235.rdf
1.
[8.235] συνέστηκε γὰρ ὁ τοιοῦτος λόγος ἐκ δευτέρου (Cfr. § 225) τε ἀναποδείκτου καὶ τρίτου (Cfr. § 226),
καθὼς πάρεστι μαθεῖν ἐκ τῆς ἀναλύσεως, ἥτις σαφεστέρα μᾶλλον γενήσεται ἐπὶ τοῦ τρόπου
ποιησαμένων ἡμῶν τὴν διδασκαλίαν, ἔχοντος οὕτως˙ ῾῾εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον˙
οὐχὶ δέ γε τὸ τρίτον, ἀλλὰ καὶ τὸ πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον.᾽᾽