1.

[8.235] συνέστηκε γὰρ ὁ τοιοῦτος λόγος ἐκ δευτέρου (Cfr. § 225) τε ἀναποδείκτου καὶ τρίτου (Cfr. § 226), καθὼς πάρεστι μαθεῖν ἐκ τῆς ἀναλύσεως, ἥτις σαφεστέρα μᾶλλον γενήσεται ἐπὶ τοῦ τρόπου ποιησαμένων ἡμῶν τὴν διδασκαλίαν, ἔχοντος οὕτως˙ ῾῾εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον˙ οὐχὶ δέ γε τὸ τρίτον, ἀλλὰ καὶ τὸ πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον.᾽᾽