HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,237
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,237.rdf
1.
[8.237] Ἐπὶ μὲν οὖν τοῦ τρόπου ἡ ἀνάλυσίς ἐστι τοιαύτη, ἀναλογεῖ δὲ καὶ ἐπὶ τοῦ λόγου˙
παραλείπεται γὰρ τὸ τρίτον τὸ ῾῾οὐχὶ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως
φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα᾽᾽, ὃ μετὰ τοῦ τὰ φαινόμενα ἅπασι τοῖς ὁμοίως διακειμένοις
παραπλησίως φαίνεσθαι συνάγει τὸ τοῦ ἐκκειμένου 〈.....〉 τρίτῳ ἀναποδείκτῳ. ὥστε δεύτερον μὲν
γίνεσθαι ἀναπόδεικτον τοιοῦτον ῾῾εἰ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως
φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα, τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως
φαίνεται˙ οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται˙ τὰ σημεῖα
ἄρα οὐκ ἔστι φαινόμενα᾽᾽,