1.

[8.237] Ἐπὶ μὲν οὖν τοῦ τρόπου ἡ ἀνάλυσίς ἐστι τοιαύτη, ἀναλογεῖ δὲ καὶ ἐπὶ τοῦ λόγου˙ παραλείπεται γὰρ τὸ τρίτον τὸ ῾῾οὐχὶ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα᾽᾽, ὃ μετὰ τοῦ τὰ φαινόμενα ἅπασι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι συνάγει τὸ τοῦ ἐκκειμένου 〈.....〉 τρίτῳ ἀναποδείκτῳ. ὥστε δεύτερον μὲν γίνεσθαι ἀναπόδεικτον τοιοῦτον ῾῾εἰ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα, τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται˙ οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται˙ τὰ σημεῖα ἄρα οὐκ ἔστι φαινόμενα᾽᾽,