HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,239
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,239.rdf
1.
[8.239] Κατὰ δὲ τὴν αὐτὴν δύναμιν τῆς συναγωγῆς καὶ τοιοῦτός τις προταθήσεται λόγος ῾῾εἰ τὰ
φαινόμενα πᾶσιν ἐπ' ἴσης φαίνεται καὶ τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα, τὰ ἄδηλα πᾶσιν ἐπ'
ἴσης φαίνεται˙ οὐχὶ δέ γε τὰ ἄδηλα πᾶσιν ἐπ' ἴσης φαίνεται, ἀλλὰ καὶ τὰ φαινόμενα πᾶσιν ἐπ'
ἴσης φαίνεται˙ οὐκ ἄρα τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα᾽᾽.