1.

[8.239] Κατὰ δὲ τὴν αὐτὴν δύναμιν τῆς συναγωγῆς καὶ τοιοῦτός τις προταθήσεται λόγος ῾῾εἰ τὰ φαινόμενα πᾶσιν ἐπ' ἴσης φαίνεται καὶ τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα, τὰ ἄδηλα πᾶσιν ἐπ' ἴσης φαίνεται˙ οὐχὶ δέ γε τὰ ἄδηλα πᾶσιν ἐπ' ἴσης φαίνεται, ἀλλὰ καὶ τὰ φαινόμενα πᾶσιν ἐπ' ἴσης φαίνεται˙ οὐκ ἄρα τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα᾽᾽.