1.

[8.241] εἰ δὴ ταῦτα ἐπ' ἴσης πᾶσι φαίνεται καὶ ἐνδεικτικὴν ἔχει δύναμιν τῶν ἀδήλων, ἀνάγκη καὶ τὰ ἄδηλα ἐπ' ἴσης πᾶσι προσπίπτειν ὡς ἂν καὶ τῶν αἰτίων 〈τῶν〉 αὐτῶν ὄντων καὶ τῆς ὕλης ὁμοίας ὑποκειμένης. οὐχὶ δέ γε τοῦτο˙ οὐ γὰρ πάντες ὡσαύτως τὰ ἄδηλα γινώσκουσι, καίπερ κατ' ἴσον τοῖς αἰσθητοῖς ἐγκυροῦντες, ἀλλ' οἱ μὲν οὐδ' εἰς ἔννοιαν αὐτῶν ἔρχονται, οἱ δὲ ἔρχονται μέν, εἰς ποικιλίαν δὲ καὶ πολυτρόπους καὶ μαχομένας ὑποσύρονται ἀποφάσεις. ἀκόλουθον ἄρα μὴ αἰσθητὰ λέγειν τὰ σημεῖα, ἵνα μὴ τοῦθ' ἡμῖν τὸ ἄτοπον ἕπηται.