1.

[8.243] καὶ πάλιν˙ εἰ τὰ φαινόμενα, καθόσον ἐστὶ φαινόμενα, διδασκαλίας οὐκ ἔχει χρείαν, τὰ δὲ σημεῖα, παρόσον ἐστὶ σημεῖα, διδασκαλίας ἔχει χρείαν, τὰ σημεῖα οὐκ ἔστι φαινόμενα. ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον.