1.

[8.244] Πρὸς μὲν οὖν τοὺς ἀξιοῦντας αἰσθητὸν εἶναι τὸ σημεῖον τοσαῦτα ἠπορήσθω˙ σκοπῶμεν δὲ καὶ τὴν ἀντικειμένην τούτοις στάσιν, φημὶ δὲ τῶν νοητὸν αὐτὸ προειληφότων καθεστάναι. βραχέα δὲ ἴσως δεήσει καὶ περὶ τοῦ ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ' ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο νοητόν.