HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,245
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,245.rdf
1.
[8.245] (§§ 245-253 Cfr.
PH
II 104-106) ὑπογράφοντες τοίνυν φασὶ (Cfr.
SVF
fr. II 221
Arn. (ed).
)
σημεῖον
εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. κρίσεις δὲ τοῦ
ὑγιοῦς συνημμένου πολλὰς μὲν καὶ ἄλλας εἶναί φασιν, μίαν δ' ἐξ ἁπασῶν ὑπάρχειν, καὶ ταύτην οὐχ
ὁμόλογον, τὴν ἀποδοθησομένην. πᾶν γὰρ συνημμένον ἢ ἀπὸ ἀληθοῦς ἀρχόμενον εἰς ἀληθὲς λήγει, ἢ
ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, ἢ ἀπ' ἀληθοῦς ἐπὶ ψεῦδος, ἢ ἀπὸ ψεύδους ἐπ' ἀληθές.