HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,246
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,246.rdf
1.
[8.246] ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ' ἀληθὲς λήγει τὸ ῾῾εἰ εἰσὶ θεοί, προνοίᾳ θεῶν
διοικεῖται ὁ κόσμος᾽᾽, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ ῾῾εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ᾽᾽,
ἀπὸ ψεύδους δὲ 〈ἐπ'〉 ἀληθὲς τὸ ῾῾εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ᾽᾽, ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ
῾῾εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος᾽᾽, μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ.