1.

[8.246] ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ' ἀληθὲς λήγει τὸ ῾῾εἰ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ κόσμος᾽᾽, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ ῾῾εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ᾽᾽, ἀπὸ ψεύδους δὲ 〈ἐπ'〉 ἀληθὲς τὸ ῾῾εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ᾽᾽, ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ ῾῾εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος᾽᾽, μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ.