1.

[8.247] τεσσάρων οὖν οὐσῶν τοῦ συνημμένου συζυγιῶν, ὅταν ἀπ' ἀληθοῦς τε ἄρχηται καὶ εἰς ἀληθὲς λήγῃ, ἢ ὅταν ἀπὸ ψεύδους ἐπὶ ψεῦδος, ἢ ὅταν ἀπὸ ψεύδους ἐπ' ἀληθὲς ἢ ἀναστρόφως ἀπ' ἀληθοῦς ἐπὶ ψεῦδος, κατὰ μὲν τοὺς πρώτους τρεῖς τρόπους φασὶν ἀληθὲς τοῦτο γίνεσθαι (ἐάν τε γὰρ ἀπ' ἀληθοῦς ἀρχόμενον ἐπ' ἀληθὲς λήγῃ, ἐστὶν ἀληθές, ἐάν τε ἀπὸ ψεύδους ἐπὶ ψεῦδος, πάλιν ἀληθές˙ ὡσαύτως δὲ κἂν ἀπὸ ψεύδους ἐπ' ἀληθές), καθ' ἕνα δὲ μόνον γίνεσθαι ψεῦδος, ὅταν ἀπ' ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος.