1.

[8.248] τούτων δὲ οὕτως ἐχόντων ἀναζητητέον, φασί, τὸ σημεῖον οὐκ ἐν τῷ μοχθηρῷ τούτῳ συνημμένῳ ἀλλ' ἐν τῷ ὑγιεῖ˙ εἴρηται γὰρ ἀξίωμα τὸ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον. ἀλλ' ἐπεὶ οὐχ ἓν ἦν ὑγιὲς συνημμένον, τρία δέ, καθάπερ τὸ ἀπ' ἀληθοῦς ἀρχόμενον καὶ ἐπ' ἀληθὲς λῆγον καὶ τὸ ἀπὸ ψεύδους ἐπὶ ψεῦδος καὶ τὸ ἀπὸ ψεύδους ἐπ' ἀληθές, σκεπτέον, πότερόν ποτε ἐν πᾶσι ζητητέον τοῖς ὑγιέσι συνημμένοις τὸ σημεῖον ἢ ἐν τισὶν ἢ ἐν τινί.