1.

[8.250] τοίνυν ὅταν λέγηται τὸ σημεῖον ἀξίωμα εἶναι ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, δεήσει ἐν μόνῳ ἀκούειν αὐτὸ καθηγούμενον συνημμένῳ τῷ ἀπ' ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ' ἀληθὲς λήγοντι. καὶ μὴν οὐκ εἴ τι ἡγεῖται ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ ἀπ' ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ' ἀληθὲς λήγοντι, τοῦτό ἐστι σημεῖον.