HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,251
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,251.rdf
1.
[8.251] αὐτίκα γὰρ τὸ τοιοῦτο συνημμένον ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽ ἀπ' ἀληθοῦς μὲν ἄρχεται
τοῦ ῾῾ἡμέρα ἔστιν᾽᾽ καὶ ἐπ' ἀληθὲς λήγει τὸ ῾῾φῶς ἔστιν᾽᾽, οὐκ εἶχε δέ τι ἐν αὑτῷ ἡγούμενον
ἀξίωμα σημεῖον τοῦ λήγοντος˙ οὐδὲ γὰρ ἐκκαλυπτικόν ἐστι τοῦ ῾῾φῶς ἔστιν᾽᾽ τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽,
ἀλλ' ὡς αὐτὸ δι' αὑτοῦ προσέπιπτεν, οὕτω καὶ τὸ ῾῾φῶς 〈ἔστιν〉᾽᾽ ἐκ τῆς ἰδίας ἐλαμβάνετο
περιφανείας.