1.

[8.251] αὐτίκα γὰρ τὸ τοιοῦτο συνημμένον ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽ ἀπ' ἀληθοῦς μὲν ἄρχεται τοῦ ῾῾ἡμέρα ἔστιν᾽᾽ καὶ ἐπ' ἀληθὲς λήγει τὸ ῾῾φῶς ἔστιν᾽᾽, οὐκ εἶχε δέ τι ἐν αὑτῷ ἡγούμενον ἀξίωμα σημεῖον τοῦ λήγοντος˙ οὐδὲ γὰρ ἐκκαλυπτικόν ἐστι τοῦ ῾῾φῶς ἔστιν᾽᾽ τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽, ἀλλ' ὡς αὐτὸ δι' αὑτοῦ προσέπιπτεν, οὕτω καὶ τὸ ῾῾φῶς 〈ἔστιν〉᾽᾽ ἐκ τῆς ἰδίας ἐλαμβάνετο περιφανείας.