1.

[8.252] δεῖ ἄρα τὸ σημεῖον οὐ μόνον ἐν ὑγιεῖ εἶναι συνημμένῳ ἡγούμενον, τουτέστι τῷ ἀπ' ἀληθοῦς ἀρχομένῳ καὶ ἐπ' ἀληθὲς λήγοντι, ἀλλὰ καὶ ἐκκαλυπτικὴν ἔχειν φύσιν τοῦ λήγοντος, οἷόν ἐστι τὸ ἐν τοῖς τοιούτοις συνημμένοις ῾῾εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε᾽᾽ καὶ ῾῾εἰ βρογχεῖον ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος᾽᾽.