HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,253
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,253.rdf
1.
[8.253] τουτὶ γὰρ τὸ συνημμένον ὑγιές ἐστιν, ἀρχόμενον μὲν ἀπ' ἀληθοῦς τοῦ ῾῾βρογχεῖον
ἔπτυκεν οὗτος᾽᾽, λῆγον δὲ ἐπ' ἀληθὲς 〈τὸ〉 ῾῾ἕλκος ἔχει οὗτος ἐν πνεύμονι᾽᾽, μετὰ τοῦ
ἐκκαλυπτικὸν εἶναι τὸ πρῶτον τοῦ δευτέρου˙ ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα.