1.

[8.254] Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὡς ἐπὶ τοῦ ῾῾εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος᾽᾽˙ τὸ μὲν γὰρ ῾῾οὐλὴν ἔχει᾽᾽ παρόν ἐστι, φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γὰρ ἔστιν ἕλκος˙ καὶ παρὸν μέλλοντος, ὡς τὸ περιεχόμενον τῷ τοιούτῳ συνημμένῳ ῾῾εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος᾽᾽˙ τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον μέλλειν.