HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,255
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,255.rdf
1.
[8.255] ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες, ὅτι ἄλλ' ἐστὶ τὰ παρῳχημένα καὶ τὰ μέλλοντα, τὸ
μέντοι σημεῖον καὶ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε γὰρ τῷ προτέρῳ τῷ ῾῾εἰ
οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος᾽᾽ τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος
ἐσχηκέναι τοῦτον, ἀξίωμα καθεστηκός, ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον˙ ἔν τε τῷ ῾῾εἰ
καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος᾽᾽ ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι τοῦτον
ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές.