1.

[8.257] Τούτων δ' ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας πρῶτον μὲν ἄξιόν ἐστι τὸ τοσοῦτον εἰπεῖν πρὸς αὐτούς. εἰ καθ' οὓς μὲν αἰσθητόν ἐστι τὸ σημεῖον, καθ' οὓς δὲ νοητόν (Cfr. §§ 117 et 244), καὶ ἡ περὶ τούτου διαφωνία μέχρι τοῦ νῦν ἀνεπίκριτός ἐστιν, ἄδηλον εἶναι ῥητέον ἀκμὴν τὸ σημεῖον. ἄδηλον δὲ ὂν χρῄζει τῶν ἐκκαλυψόντων, ἀλλ' οὐκ αὐτὸ ἑτέρων δεῖ ὑπάρχειν ἐκκαλυπτικόν.