1.

[8.258] (§ 258 Cfr. §§ 76-77 PH II 107-108; M I 157) καὶ μὴν εἰ τὸ σημεῖον κατ' αὐτοὺς ἐν λεκτῷ τὴν ὑπόστασιν ἔχει, τὰ δὲ λεκτὰ εἰ ἔστι ζητεῖται, ἄτοπον, πρὶν ὁμολογηθῆναι τὸ γένος, ὡς βέβαιον λαμβάνειν τὸ εἶδος. ὁρῶμεν δέ, ὡς εἰσί τινες οἱ ἀνῃρηκότες τὴν ὕπαρξιν τῶν λεκτῶν, καὶ οὐχ οἱ ἑτερόδοξοι μόνον, οἷον οἱ Ἐπικούρειοι, ἀλλὰ καὶ οἱ Στωικοί, ὡς οἱ περὶ τὸν Βασιλείδην (Cfr.
SVF fr. III unic. Arn. (ed).
) , οἷς ἔδοξε ‘μηδὲν εἶναι ἀσώματον’. τοίνυν ἐν ἐποχῇ φυλακτέον ἐστὶ τὸ σημεῖον.