1.

[8.259] ἀλλ' ἀποδείξαντες, φασί, πρότερον τὴν τῶν λεκτῶν ὕπαρξιν ἕξομεν βεβαίαν καὶ τὴν τοῦ σημείου φύσιν. οὐκοῦν ὅταν ἀποδείξητε, ἐρεῖ τις, τότε καὶ τὸ πιστὴν εἶναι τὴν τοῦ σημείου ὕπαρξιν λαμβάνετε˙ ἄχρι δὲ ἐπὶ ψιλῆς μένετε τῆς ὑποσχέσεως, ἀνάγκη καὶ ἡμᾶς ἐν ἐποχῇ μένειν.