1.

[8.261] καὶ τοσοῦτον ἀπέχει τοῦ δύνασθαι βεβαίως τι παριστᾶν, ὡς καὶ ἀνάπαλιν αὐτὰ χρῄζειν τοῦ παραστήσοντος. λελήθασί τε αὑτοὺς οἱ ἀπὸ τῆς Στοᾶς εἰς τὸν δι' ἀλλήλων ἐμπίπτοντες τρόπον. ἵνα γὰρ τὰ λεκτὰ ὁμολογηθῇ, ἀπόδειξιν εἶναι δεῖ καὶ σημεῖον˙ ἵνα δὲ ἡ ἀπόδειξις καὶ τὸ σημεῖον προϋφεστήκῃ, προπεπιστῶσθαι ἀνάγκη τὴν τῶν λεκτῶν φύσιν. εἰς ἄλληλα οὖν συννεύοντα καὶ τὴν ἐξ ἀλλήλων περιμένοντα πίστιν ἐπ' ἴσης ἐστὶν ἄπιστα.