1.

[8.262] ἀλλ' ἔστω γε καὶ ἐκ περιουσίας συγκεχωρήσθω, ἕνεκα τοῦ προβαίνειν τὴν ζήτησιν, ἐν ὑπάρξει τυγχάνειν τὰ λεκτά, καίπερ ἀνηνύτου καθεστώσης τῆς περὶ αὐτῶν μάχης. οὐκοῦν, εἰ ταῦτα ἔστιν, ἤτοι σώματα ἢ ἀσώματα λέξουσιν εἶναι. καὶ σώματα μὲν οὐκ ἂν φαῖεν˙ εἰ δὲ ἀσώματα, ἤτοι ποιεῖ τι κατ' αὐτοὺς ἢ οὐδὲν ποιεῖ. καὶ ποιεῖν μὲν οὐκ ἂν ἀξιώσειαν˙