1.

[8.264] ἄτοπον δέ γε τὸ σημεῖον μήτε ἐνδείκνυσθαί τι μήτε δηλοῦν˙ οὐκ ἄρα νοητόν ἐστιν, οὐδὲ ἀξίωμα, τὸ σημεῖον. ἄλλως τε, καθὼς ἐν πολλοῖς πολλάκις ὑπεδείξαμεν (Cfr. § 12), ἃ μὲν σημαίνει, ἃ δὲ σημαίνεται. σημαίνουσι μὲν αἱ φωναί, σημαίνεται δὲ τὰ λεκτά, ἐν οἷς ἐστι καὶ τὰ ἀξιώματα. πάντων δὲ τῶν ἀξιω- μάτων σημαινομένων, ἄλλων δὲ σημαινόντων οὐκ ἂν εἴη τὸ σημεῖον ἀξίωμα.