1.

[8.266] ἔτι πρὸς τοῖς εἰρημένοις, κἂν δῶμεν σύμφωνον εἶναι τὸ ὑγιὲς κριτήριον, καὶ ὁποῖόν ποτ' ἂν ἐκεῖνοι θέλωσι, τοιοῦτο ἀμάχως ὑπάρχειν, οὐδὲν ἧττον τὸ περιεκτικὸν τοῦ σημείου ἀνεπίκριτον ὁμολογεῖν ἐστιν ἀνάγκη. τὸ γὰρ σημειωτὸν ἤτοι πρόδηλον θέλουσιν εἶναι ἢ ἄδηλον.