1.

[8.267] καὶ εἰ μὲν πρόδηλον, οὐκ ἔσται σημειωτόν, οὐδὲ σημανθήσεται ὑπό τινος, ἀλλ' αὐτὸ δι' αὑτοῦ προσπεσεῖται˙ εἰ δὲ ἄδηλον, πάντως ἄγνωστον ἔσται τοῦτο εἴτε ἀληθές ἐστιν εἴτε ψευδές, ἐπεὶ γινωσκόμενον ὅ τι ποτὲ τούτων ἐστί, γενήσεται πρόδηλον.