1.

[8.268] τὸ οὖν περιεκτικὸν τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ συνημμένον, λῆγον ἐπὶ ἄδηλον, ἐξ ἀνάγκης ἐστὶν ἀνεπίκριτον. ὅτι μὲν γὰρ ἀπ' ἀληθοῦς ἄρχεται, γνώριμόν ἐστι, λήγει δὲ εἰς ἄγνωστον. δεῖ δὲ πρὸ παντὸς ἡμᾶς εἰς τὴν ἐπίκρισιν αὐτοῦ γινώσκειν τὸ εἰς τί λήγει, ἵνα ἐὰν μὲν εἰς ἀληθὲς λήγῃ, θώμεθα τοῦτ' ἀληθὲς διὰ τὸ ἀπ' ἀληθοῦς τε ἄρχεσθαι καὶ εἰς ἀληθὲς λήγειν, ἐὰν δὲ εἰς ψεῦδος, ἀνάπαλιν λέγωμεν ψεῦδος διὰ τὸ ἀπ' ἀληθοῦς ἄρχεσθαι καὶ ἐπὶ ψεῦδος λήγειν. οὐ τοίνυν ἀξίωμα ῥητέον εἶναι τὸ σημεῖον, οὐδὲ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον.